Ancient Greek
Section 134
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 134
Not analysed yet
ὃ τοίνυν μάλιστα πάντων οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φυλάξασθαι, τοῦτʼ εἰπεῖν ἔτι βούλομαι. εἰ γάρ τις πάνθʼ ὅσα Λεπτίνης ἐρεῖ περὶ τοῦ νόμου διδάσκων ὑμᾶς ὡς καλῶς κεῖται, συγχωρήσειεν ἀληθῆ λέγειν αὐτόν, ἕν γʼ αἰσχρὸν οὐδʼ ἂν εἴ τι γένοιτʼ ἀναιρεθείη, ὃ συμβήσεται διὰ τοῦ νόμου κυρίου γενομένου τῇ πόλει. τί οὖν τοῦτʼ ἔστιν;