Ancient Greek
Section 137
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 137
Not analysed yet
εἴ τινα τῶν εὑρημένων τὴν δωρειὰν ἀνάξιον εἶναί φασιν ἢ μὴ πεποιηκότʼ ἐφʼ οἷς εὕρετʼ ἔχειν, ἢ ἄλλʼ ὁτιοῦν ἐγκαλοῦσίν τινι, γράφεσθαι κατὰ τὸν νόμον ὃν παρεισφέρομεν νῦν ἡμεῖς, ἢ θέντων ἡμῶν, ὥσπερ ἐγγυώμεθα καὶ φαμὲν θήσειν, ἢ θέντας αὐτούς, ὅταν πρῶτον γένωνται νομοθέται. ἔστι δʼ ἑκάστῳ τις αὐτῶν, ὡς ἔοικεν, ἐχθρός, τῷ μὲν Διόφαντος, τῷ δʼ Εὔβουλος, τῷ δʼ ἴσως ἄλλος τις.