Ancient Greek
Section 14
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 14
Not analysed yet
φημὶ τοίνυν ἐγὼ κάλλιον εἶναι τοῦτον ὑμῖν ἀκολουθῆσαι περὶ τοῦ λῦσαι τὸν νόμον ἢ ὑμᾶς τούτῳ περὶ τοῦ θέσθαι, καὶ λυσιτελέστερον εἶναι καὶ ὑμῖν καὶ τούτῳ τὴν πόλιν πεπεικέναι Λεπτίνην ὅμοιον αὐτῇ γενέσθαι δοκεῖν ἢ αὐτὴν ὑπὸ τούτου πεπεῖσθαι ὁμοίαν εἶναι τούτῳ· οὐδὲ γὰρ εἰ πάνυ χρηστός ἐσθʼ, ὡς ἐμοῦ γʼ ἕνεκʼ ἔστω, βελτίων ἐστὶ τῆς πόλεως τὸ ἦθος.