Ancient Greek
Section 144
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 144
Not analysed yet
μηδὲν οὖν φιλονίκει, Λεπτίνη, μηδὲ βιάζου τοιοῦτον διʼ οὗ μήτʼ αὐτὸς δόξεις βελτίων εἶναι μήθʼ οἱ πεισθέντες σοι, ἄλλως τε καὶ γεγενημένου σοι τοῦ ἀγῶνος ἀκινδύνου. διὰ γὰρ τὸ τελευτῆσαι Βάθιππον τὸν τουτουὶ πατέρʼ Ἀψεφίωνος, ὃς αὐτὸν ἔτʼ ὄνθʼ ὑπεύθυνον ἐγράψατο, ἐξῆλθον οἱ χρόνοι, καὶ νυνὶ περὶ αὐτοῦ τοῦ νόμου πᾶς ἐσθʼ ὁ λόγος, τούτῳ δʼ οὐδείς ἐστι κίνδυνος.