Ancient Greek
Section 147
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 147
Not analysed yet
οἱ νόμοι δʼ οὐκ ἐῶσι δὶς πρὸς τὸν αὐτὸν περὶ τῶν αὐτῶν οὔτε δίκας οὔτʼ εὐθύνας οὔτε διαδικασίαν οὔτʼ ἄλλο τοιοῦτʼ οὐδὲν εἶναι. χωρὶς δὲ τούτων ἀτοπώτατον ἂν πάντων συμβαίη, εἰ τότε μὲν τὰ Χαβρίου παρʼ ὑμῖν ἔργα μεῖζον ἴσχυε τῶν Λεωδάμαντος λόγων, ἐπειδὴ δὲ ταῦτά θʼ ὑπάρχει καὶ τὰ τῶν ἄλλων εὐεργετῶν προσγέγονεν, τηνικαῦτα σύμπαντα ταῦτʼ ἀσθενέστερα τῶν τούτου λόγων γένοιτο.