Ancient Greek
Section 155
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 155
Not analysed yet
ὁ τοίνυν νόμος οὗτος ὁ Λεπτίνου, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἀδικεῖ, ὅτι τὰς τιμὰς ἀναιρῶν τῶν εὐεργεσιῶν ἀχρεῖον τὴν ἐπιείκειαν τοῖς φιλοτιμεῖσθαι βουλομένοις καθίστησιν, ἀλλʼ ὅτι καὶ παρανομίας δόξαν αἰσχίστην τῇ πόλει καταλείπει. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι τῶν τὰ δεινόταθʼ ἡμᾶς ἀδικούντων ἓν ἑκάστῳ τίμημʼ ὑπάρχει διὰ τὸν νόμον, ὃς διαρρήδην λέγει μηδὲ τίμημʼ ὑπάρχειν ἐπὶ κρίσει πλέον ἢ ἕν, ὁπότερον ἂν τὸ δικαστήριον τιμήσῃ, παθεῖν ἢ ἀποτεῖσαι· ἀμφότερα δὲ μὴ ἐξέστω.