Ancient Greek
Section 27
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 27
Not analysed yet
ὥσθʼ ὅσον ἐνθάδʼ ἀφίετε, ἐκεῖ κομίζεσθε, καὶ δίδοτʼ ἐν τιμῆς μέρει ταῦθʼ ἃ καὶ μὴ λαβοῦσιν ἔστιν ἔχειν τοῖς τοῦ τριηραρχεῖν ἄξια κεκτημένοις. ἀλλὰ μὴν ὅτι τῶν τριηραρχιῶν οὐδείς ἐστʼ ἀτελής, οἶμαι μὲν ὑμᾶς εἰδέναι πάντας, ὅμως δὲ καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνώσεται. λαβὲ τὸν περὶ τῶν τριηραρχιῶν νόμον καὶ λέγε τοῦτʼ αὐτό. ΝΟΜΟΣ. ἀτελῆ δὲ μηδένα εἶναι τριηραρχίας πλὴν τῶν ἐννέα ἀρχόντων.