Ancient Greek
Section 30
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 30
Not analysed yet
ἔστι γὰρ γένει μὲν δήπου ὁ Λεύκων ξένος, τῇ δὲ παρʼ ὑμῶν ποιήσει πολίτης· κατʼ οὐδέτερον δʼ αὐτῷ τὴν ἀτέλειαν ἔστιν ἔχειν ἐκ τούτου τοῦ νόμου. καίτοι τῶν μὲν ἄλλων εὐεργετῶν χρόνον τινʼ ἕκαστος ἡμῖν χρήσιμον αὑτὸν παρέσχεν, οὗτος δέ, ἂν σκοπῆτε, φανήσεται συνεχῶς ἡμᾶς εὖ ποιῶν, καὶ ταῦθʼ ὧν μάλισθʼ ἡμῶν ἡ πόλις δεῖται.