Ancient Greek
Section 32
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 32
Not analysed yet
τοῦτο δʼ ἡλίκον ἐστὶ θεωρήσατε. ἐκεῖνος πράττεται τοὺς παρʼ αὑτοῦ σῖτον ἐξάγοντας τριακοστήν. αἱ τοίνυν παρʼ ἐκείνου δεῦρʼ ἀφικνούμεναι σίτου μυριάδες περὶ τετταράκοντʼ εἰσί· καὶ τοῦτʼ ἐκ τῆς παρὰ τοῖς σιτοφύλαξιν ἀπογραφῆς ἄν τις ἴδοι. οὐκοῦν παρὰ μὲν τὰς τριάκοντα μυριάδας μυρίους δίδωσι μεδίμνους ἡμῖν, παρὰ δὲ τὰς δέκα ὡσπερανεὶ τρισχιλίους.