Ancient Greek
Section 40
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 40
Not analysed yet
καὶ μὴν οὐδʼ ὅπως οὐκ ἀντιδώσει τῷ Λεύκωνί τις, ἂν βούληται, δύναμαι σκοπούμενος εὑρεῖν. χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρʼ ὑμῖν αὐτοῦ, κατὰ δὲ τὸν νόμον τοῦτον, ἐάν τις ἐπʼ αὔτʼ ἔλθῃ, ἢ στερήσεται τούτων ἢ λῃτουργεῖν ἀναγκασθήσεται. ἔστι δʼ οὐ τὸ τῆς δαπάνης μέγιστον ἐκείνῳ, ἀλλʼ ὅτι τὴν δωρειὰν ὑμᾶς αὐτὸν ἀφῃρῆσθαι νομιεῖ.