Ancient Greek
Section 42
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 42
Not analysed yet
οὗτος γὰρ ἁνήρ, ὡς τὸ ψήφισμα τοῦτο δηλοῖ τὸ τότʼ αὐτῷ γραφέν, τοῖς ἁλοῦσι τότʼ ἐν Σικελίᾳ τῶν πολιτῶν, ἐν τοιαύτῃ συμφορᾷ καθεστηκόσιν, ἔδωκε μνᾶς ἑκατὸν καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν αἰτιώτατος ἐγένετο. καὶ μετὰ ταῦτα, δοθείσης ἀτελείας αὐτῷ διὰ ταῦτα παρʼ ὑμῶν, ὁρῶν ἐν τῷ πολέμῳ σπανίζοντα τὸν δῆμον χρημάτων, τάλαντον ἔδωκεν αὐτὸς ἐπαγγειλάμενος.