Ancient Greek
Section 47
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 47
Not analysed yet
οὐ γὰρ εἰ ἕτεροι μὲν ἦσαν οἱ τότε σωθέντες ὑπʼ αὐτοῦ καὶ δόντες τὴν ἀτέλειαν, ἕτεροι δʼ ὑμεῖς οἱ νῦν ἀφαιρούμενοι, ἀπολύει τοῦτο τὴν αἰσχύνην, ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινόν ἐστιν. εἰ γὰρ οἱ μὲν εἰδότες καὶ παθόντες ἄξια τούτων ἐνόμιζον εὖ πάσχειν, ἡμεῖς δʼ οἱ λόγῳ ταῦτʼ ἀκούοντες ὡς ἀναξίων ἀφαιρησόμεθα, πῶς οὐχ ὑπέρδεινον ποιήσομεν;