Ancient Greek
Section 54
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 54
Not analysed yet
ἐπειδὴ δʼ ἡ πρὸς Λακεδαιμονίους εἰρήνη μετὰ ταῦτʼ ἐγένετο, ἡ ἐπʼ Ἀνταλκίδου, ἀντὶ τῶν ἔργων τούτων ὑπὸ Λακεδαιμονίων ἐξέπεσον. ὑποδεξάμενοι δʼ ὑμεῖς αὐτοὺς ἐποιήσατʼ ἔργον ἀνθρώπων καλῶν κἀγαθῶν· ἐψηφίσασθε γὰρ αὐτοῖς ἅπανθʼ ὧν ἐδέοντο. εἶτα ταῦτα νῦν εἰ χρὴ κύριʼ εἶναι σκοποῦμεν; ἀλλʼ ὁ λόγος πρῶτον αἰσχρὸς ,εἴ τις ἀκούσειεν ὡς Ἀθηναῖοι σκοποῦσιν εἰ χρὴ τοὺς εὐεργέτας ἐᾶν τὰ δοθέντʼ ἔχειν· πάλαι γὰρ ἐσκέφθαι ταῦτα καὶ ἐγνῶσθαι προσῆκεν. ἀνάγνωθι καὶ τοῦτο τὸ ψήφισμʼ αὐτοῖς. ΨΗΦΙΣΜΑ.