Ancient Greek
Section 56
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 56
Not analysed yet
νὴ Δίʼ ἀνάξιοι γάρ τινες τῶν εὑρημένων ταῦτʼ ἦσαν· τουτὶ γὰρ παρὰ πάντʼ ἔσται τὸν λόγον αὐτοῖς. ἔπειτʼ ἐκεῖνʼ ἀγνοεῖν φήσομεν, ὅτι τὴν ἀξίαν, ὅταν διδῶμεν, δεῖ σκοπεῖν, οὐ μετὰ ταῦθʼ ὕστερον χρόνῳ παμπληθεῖ; τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἔργον ἀνθρώπων ἐστί· τὸ δὲ τοὺς ἔχοντας ἀφαιρεῖσθαι φθονούντων, τοῦτο δʼ οὐ δεῖ δοκεῖν ὑμᾶς πεπονθέναι.