Ancient Greek
Section 58
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 58
Not analysed yet
ἀλλὰ νὴ Δίʼ οὗτοι μόνοι τοῦτο πείσονται, καὶ περὶ τούτων μόνων ποιοῦμαι λόγον τοσοῦτον. πολλοῦ γε καὶ δέω. ἀλλὰ πάντας μὲν οὐδʼ ἂν ἐγχειρήσαιμʼ ἐξετάζειν ὅσοι πεποιηκότες ὑμᾶς εὖ διὰ τὸν νόμον, εἰ μὴ λυθήσεται, τὰ δοθέντʼ ἀφαιρεθήσονται· ἓν δʼ ἢ δύο δείξας ἔτι ψηφίσματʼ ἀπαλλάττομαι τοῦ περὶ τούτων λέγειν.