Ancient Greek
Section 63
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 63
Not analysed yet
φέρε δὴ κἀκεῖνʼ ἐξετάσωμεν. οἱ προδόντες τὴν Πύδναν καὶ τἄλλα χωρία τῷ Φιλίππῳ τῷ ποτʼ ἐπαρθέντες ἡμᾶς ἠδίκουν; ἢ πᾶσι πρόδηλον τοῦτο, ὅτι ταῖς παρʼ ἐκείνου δωρειαῖς, ἃς διὰ ταῦτʼ ἔσεσθαι σφίσιν ἡγοῦντο; πότερον οὖν μᾶλλον ἔδει σʼ, ὦ Λεπτίνη, τοὺς ἐχθρούς, εἰ δύνασαι, πεῖσαι τοὺς ἐπὶ τοῖς πρὸς ἡμᾶς ἀδικήμασι γιγνομένους ἐκείνων εὐεργέτας μὴ τιμᾶν, ἢ θεῖναι νόμον ἡμῖν ὃς τῶν τοῖς ἡμετέροις εὐεργέταις ὑπαρχουσῶν δωρειῶν ἀφαιρεῖταί τι; ἐγὼ μὲν ἐκεῖνʼ οἶμαι. ἀλλʼ ἵνα μὴ πόρρω τοῦ παρόντος γένωμαι, λαβὲ τὰ ψηφίσμαθʼ ἃ τοῖς Θασίοις καὶ Βυζαντίοις ἐγράφη. λέγε. ΨΗΦΙΣΜΑΤΑ.