Ancient Greek
Section 86
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 86
Not analysed yet
εἶθʼ οἷς διʼ ἐκεῖνον ἂν τότʼ ἐδώκατε δωρειάν, διὰ τούτους νῦν αὐτὸν ἐκεῖνον ἀφαιρήσεσθε τὴν ἀτέλειαν; ἀλλʼ ἄλογον. οὐδὲ γὰρ ὑμῖν ἁρμόττει δοκεῖν παρὰ μὲν τὰς εὐεργεσίας οὕτω προχείρως ἔχειν ὥστε μὴ μόνους αὐτοὺς τοὺς εὐεργέτας τιμᾶν, ἀλλὰ καὶ τοὺς ἐκείνων φίλους, ἐπειδὰν δὲ χρόνος διέλθῃ βραχύς, καὶ ὅσʼ αὐτοῖς δεδώκατε, ταῦτʼ ἀφαιρεῖσθαι. ΨΗΦΙΣΜΑΤΑ ΤΩΝ ΧΑΒΡΙΟΥ ΤΙΜΩΝ.