Ancient Greek
Section 89
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 89
Not analysed yet
καὶ τούτων πάντων οὐδὲν ἔσθʼ ἡμέτερον οὐδὲ καινὸν εὕρημα, ἀλλʼ ὁ παλαιός, ὃν οὗτος παρέβη, νόμος οὕτω κελεύει νομοθετεῖν, γράφεσθαι μέν, ἄν τίς τινα τῶν ὑπαρχόντων νόμων μὴ καλῶς ἔχειν ἡγῆται, παρεισφέρειν δʼ αὐτὸν ἄλλον, ὃν ἂν τιθῇ λύων ἐκεῖνον, ὑμᾶς δʼ ἀκούσαντες ἑλέσθαι τὸν κρείττω.