Ancient Greek
Section 92
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 92
Not analysed yet
καὶ τὸ πρᾶγμʼ οὐδὲν μᾶλλον δύναται πέρας ἔχειν· ψηφισμάτων δʼ οὐδʼ ὁτιοῦν διαφέρουσιν οἱ νόμοι, ἀλλὰ νεώτεροι οἱ νόμοι, καθʼ οὓς τὰ ψηφίσματα δεῖ γράφεσθαι, τῶν ψηφισμάτων αὐτῶν ὑμῖν εἰσίν. ἵνʼ οὖν μὴ λόγον λέγω μόνον, ἀλλὰ καὶ τὸν νόμον αὐτὸν ὅν φημι δείξω, λαβέ μοι τὸν νόμον καθʼ ὃν ἦσαν οἱ πρότερον νομοθέται. λέγε. ΝΟΜΟΣ.