Ancient Greek
Section 97
Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 97
Not analysed yet
οὔκουν ἐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ κυρίας εἶναι τὰς δωρειάς, ὅσας ὁ δῆμος ἔδωκε, τὸ μηδένʼ εἶναι ἀτελῆ τούτων οἷς ὁ δῆμος ἔδωκεν; σαφῶς γʼ οὑτωσί. ἀλλʼ οὐκ ἐν ᾧ νῦν ὅδʼ ἀντεισφέρει νόμῳ, ἀλλʼ ἅ τʼ ἐδώκατε, κύρια, καὶ πρόφασις δικαία κατὰ τῶν ἢ παρακρουσαμένων ἢ μετὰ ταῦτʼ ἀδικούντων ἢ ὅλως ἀναξίων, διʼ ἣν ὃν ἂν ὑμῖν δοκῇ κωλύσετʼ ἔχειν τὴν δωρειάν. λέγε τὸν νόμον. ΝΟΜΟΣ.