Ancient Greek · ~2 min
Περὶ τῆς ὁμονοίας
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 1
Not analysed yet
παντὸς ἀρχομένῳ σπουδαίου καὶ λόγου καὶ ἔργου ἀπὸ τῶν θεῶν ὑπολαμβάνω προσήκειν πρῶτον ἄρχεσθαι. εὔχομαι δὴ τοῖς θεοῖς πᾶσι καὶ πάσαις, ὅ τι τῷ δήμῳ τῷ Ἀθηναίων ἄριστόν ἐστι καὶ τοῖς εὐνοοῦσι τῷ δήμῳ καὶ νῦν καὶ εἰς τὸν ἔπειτα χρόνον, τοῦτʼ ἐμοὶ μὲν ἐπὶ νοῦν ἐλθεῖν γράψαι, τοῖς δʼ ἐκκλησιάσασιν Ἀθηναίων ἑλέσθαι. εὐξάμενος δὲ ταῦτα, τῆς ἀγαθῆς ἐπινοίας ἐλπίδʼ ἔχων παρὰ τῶν θεῶν, τάδʼ ἐπιστέλλω.