Ancient Greek · ~2 min
Περὶ τῆς ἰδίας καθόδου
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 14
Not analysed yet
οὔτʼ ἐφʼ οἷς ἐπολιτεύθην πρότερον δίκην ὀφείλων δοῦναι, οὔτε τῶν ἐφʼ οἷς ἐκρινόμην ἐξελεγχθέντων· οὔτε γὰρ ἔγωγε τῶν Ἁρπάλου φίλων φανήσομαι γεγονώς, τῶν τε γραφέντων περὶ Ἁρπάλου μόνα τὰ ἐμοὶ πεπραγμένʼ ἀνέγκλητον πεποίηκε τὴν πόλιν. ἐξ ὧν πάντων δῆλόν ἐστιν ὅτι καιρῷ τινὶ ληφθεὶς καὶ οὐκ ἀδικήματι, τῇ πρὸς ἅπαντας τοὺς ἐν ταῖς αἰτίαις ὀργῇ περιπέπτωκʼ ἀδίκως τῇ πρῶτος εἰσιέναι.