Ancient Greek · ~3 min
24 to 26
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 24-26
Not analysed yet
τίς γὰρ οὐκ οἶδεν ὑμῶν Λάχητι τῷ Μελανώπου ἁλῶναι μὲν ὁμοίως ἐν δικαστηρίῳ συμβὰν ὡς καὶ νῦν τοῖς Λυκούργου παισίν, ἀφεθῆναι δὲ πᾶν τὸ ὄφλημʼ ἐπιστείλαντος Ἀλεξάνδρου; καὶ πάλιν Μνησιβούλῳ τῷ Ἀχαρνεῖ ἁλῶναι μὲν ὁμοίως καταγνόντος αὐτοῦ τοῦ δικαστηρίου ὥσπερ καὶ τῶν Λυκούργου παίδων, ἀφεῖσθαι δὲ καλῶς ποιοῦντι; ἄξιος γὰρ ἁνήρ. καὶ οὐδεὶς ἐπὶ τούτοις τοὺς νόμους ἔφη καταλύεσθαι τῶν νῦν βοώντων. εἰκότως· οὐδὲ γὰρ κατελύοντο, εἴπερ ἅπαντες οἱ νόμοι τῶν δικαίων εἵνεκα καὶ σωτηρίας τῶν χρηστῶν ἀνθρώπων τίθενται, καὶ μήτʼ ἀϊδίους τοῖς ἀτυχήσασι καθιστάναι τὰς συμφορὰς συμφέρει, μήτʼ ἀχαρίστους ὄντας φαίνεσθαι. ἀλλὰ μὴν εἴ γε ταῦθʼ οὕτως, ὥσπερ ἂν φήσαιμεν, ἔχειν συμφέρει, οὐ μόνον τοὺς νόμους οὐ κατελύετε, ἡνίκʼ ἐκείνους ἀφίετε, ἀλλὰ καὶ τοὺς λογισμοὺς ἐσῴζετε τῶν τοὺς νόμους θεμένων ἀνθρώπων, Λάχητα μὲν πρὸς χάριν δεηθέντος Ἀλεξάνδρου ἀφέντες, Μνησίβουλον δὲ τῇ τοῦ βίου σωφροσύνῃ σῴσαντες.