Ancient Greek · ~2 min
28 to 29
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 28-29
Not analysed yet
ὅλως δὲ κοινόν ἐστιν ὄνειδος ἁπάντων, ἄνδρες Ἀθηναῖοι, καὶ ὅλης τῆς πόλεως συμφορά, τὸν φθόνον δοκεῖν μεῖζον ἰσχύειν παρʼ ὑμῖν ἢ τὰς τῶν εὐεργεσιῶν χάριτας, καὶ ταῦτα τοῦ μὲν νοσήματος ὄντος, τῶν δʼ ἐν τοῖς θεοῖς ἀποδεδειγμένων. καὶ μὴν οὐδὲ τὸν Πυθέαν παραλείψω τὸν μέχρι τῆς παρόδου δημοτικόν, μετὰ ταῦτα δʼ ἕτοιμον εἰς τὰ καθʼ ὑμῶν πάντα. τίς γὰρ οὐκ οἶδεν τοῦτον, ὅτε μὲν τὴν ὑπὲρ ὑμῶν τάξιν ἔχων εἰς τὸ πολιτεύεσθαι παρῄει, ὡς δοῦλον ἐλαυνόμενον καὶ γραφὴν ξενίας φεύγοντα καὶ μικροῦ πραθένθʼ ὑπὸ τούτων οἷς νῦν ὑπηρετῶν τοὺς κατʼ ἐμοῦ λόγους ἔγραφεν,