Ancient Greek
3 to 4
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 3-3-4
Not analysed yet
οὐχ ὅτι δωρεὰς καὶ προσόδους ἐκ τούτων ὑπῆρχε λαμβάνειν ʽἀπὸ γὰρ τῶν ἐναντίων πάντα τὰ τοιαῦτʼ ἐγίγνετὀ, οὐδʼ ὅτι ταύτην ἀσφαλεστέραν τὴν προαίρεσιν οὖσαν ἑώρα ʽπολλοὺς γὰρ καὶ προδήλους εἶχε κινδύνους, οὓς ἀναγκαῖον ἦν ὑπομεῖναι τὸν ὑπὲρ τοῦ δήμου λέγειν προαιρούμενον̓, ἀλλʼ ὅτι δημοτικὸς καὶ φύσει χρηστὸς ἀνὴρ ἦν. καίτοι παρὼν ἑώρα τοὺς μὲν βοηθήσαντας ἂν τῷ δήμῳ ἀσθενεῖς ἐπὶ τοῖς συμβεβηκόσιν ὄντας, τοὺς δὲ τἀναντία πράττοντας κατὰ πάντʼ ἐρρωμένους. ἀλλʼ ὅμως οὐδὲν ἧττον ἐκεῖνος εἵλεθʼ ἃ συμφέρειν ἡγεῖτο τῷ δήμῳ, καὶ μετὰ ταῦτʼ ἀόκνως καὶ λέγων καὶ πράττων ἃ προσῆκεν ἦν φανερός, ἐφʼ οἷς εὐθὺς ἐξῃτεῖτο, ὡς ἅπαντες ἴσασιν.