Ancient Greek
32 to 33
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 32-33
Not analysed yet
ὧν ἑτέρους εὐνουστέρους οὐδʼ αὐτοὶ νομίζετε· εἰ δʼ ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δʼ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ ταὔθʼ ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι. ἀλλʼ ὅταν γε τοιαῦθʼ οἷα τὰ νῦν, παραδείγματʼ ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι; ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε· οὐδὲ γὰρ πρότερον. μὴ γένοιτο δʼ ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς ἃ τότʼ ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδένʼ ὑμῶν οὔτε δεδοίκασιν οὔτʼ αἰσχύνονται. ἃ χρὴ λογιζομένους, ὦ ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι.