Ancient Greek · ~5 min
42 to 45
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 42-45
Not analysed yet
οὐ μὴν οὐδὲ παρʼ Ἁρπάλου με λαβόντα δείξετε· οὔτε γὰρ ἠλέγχθην οὔτʼ ἔλαβον. εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω τούτου πραότερον πρόσταγμα τοῖς τοιαῦτʼ ἐξημαρτηκόσιν εἰς ἐμέ. οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντʼ ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δʼ ἀπολωλέναι· οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε. οὔτε γὰρ ἄξιος οὔτʼ ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι διʼ ὑμᾶς, ὁμολογῶ· πῶς γὰρ οὐκ ἀτυχής, ᾧ πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτονʼ ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτʼ ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα; καὶ μή μʼ ὑπολαμβάνετʼ ὀργίζεσθαι τοῖς λόγοις τούτοις· οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ· ἀλλʼ ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν ἃ πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γʼ εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ. καὶ τοῦτʼ ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν. ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ ᾖ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς· ἡ γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται. εὐτυχεῖτε.