Ancient Greek · ~2 min
Περὶ τῆς Θηραμένους βλασφημίας
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 8-4
Not analysed yet
ἀλλὰ νὴ Δία τούτων μὲν ἄμεινον ὑμᾶς πράττειν ἅπαντες ὁμολογήσουσι, Θετταλῶν δὲ καὶ Ἀργείων καὶ Ἀρκάδων χεῖρον, ἤ τινων ἄλλων, οἷς ἐν συμμαχίᾳ συνέβη γενέσθαι Φιλίππῳ. ἀλλὰ τούτων καὶ πολὺ βέλτιον ἀπηλλάχατε, οὐ μόνον τῷ μὴ δεδουλευκέναι ʽκαίτοι τί τηλικοῦθʼ ἕτερον; ʼ, ἀλλὰ καὶ τῷ τοὺς μὲν πάντας αἰτίους εἶναι δοκεῖν τῶν τοῖς Ἕλλησι κακῶν συμβεβηκότων διὰ Φιλίππου καὶ τῆς δουλείας, ἐξ ὧν εἰκότως μισοῦνται,