Ancient Greek · ~7 min
9 to 14
Demosthenes, Δημοσθένους ἐπιστολαὶ 9-14
Not analysed yet
ἐὰν τοῦτον τὸν τρόπον περὶ τῶν παρεληλυθότων ἐγνωκότες ἦτε, καὶ πιστοὶ πᾶσι γενήσεσθε, καὶ καλῶν κἀγαθῶν ἀνδρῶν ἔργα πράξετε, καὶ τὰ πράγματʼ ὠφελήσετʼ οὐ μικρά, καὶ τοὺς ἐναντιωθέντας ἐν ταῖς πόλεσιν ἢ μεταγνῶναι ποιήσετε πάντας ἢ κομιδῇ ὀλίγους τινὰς αὐτοὺς τοὺς αἰτίους καταλειφθῆναι. μεγαλοψύχως τοίνυν καὶ πολιτικῶς τὰ κοινῇ συμφέροντα πράττετε, καὶ τῶν ἰδίων μὴ μέμνησθε. παρακαλῶ δʼ εἰς ταῦτʼ οὐ τυχὼν αὐτὸς τῆς τοιαύτης φιλανθρωπίας παρʼ ἐνίων, ἀλλʼ ἀδίκως καὶ στασιαστικῶς εἰς τὴν ἑτέρων χάριν προποθείς. ἀλλʼ οὔτε τὴν ἰδίαν ὀργὴν ἀποπληρῶν τὸ κοινῇ συμφέρον οἶμαι δεῖν βλάπτειν, οὔτε μείγνυμι τῆς ἰδίας ἔχθρας εἰς τὰ κοινῇ συμφέροντʼ οὐδέν, ἀλλʼ ἐφʼ ἃ τοὺς ἄλλους παρακαλῶ, ταῦτʼ αὐτὸς οἴομαι δεῖν πρῶτος ποιεῖν. αἱ μὲν οὖν παρασκευαὶ καὶ ἃ δεῖ φυλάξασθαι, καὶ ἃ πράττων τις ἂν κατʼ ἀνθρώπινον λογισμὸν μάλιστα κατορθοίη, σχεδὸν εἴρηταί μοι· τοῖς δὲ καθʼ ἡμέραν ἐπιστατῆσαι, καὶ τοῖς ἐκ τοῦ παραχρῆμα συμβαίνουσιν ὀρθῶς χρῆσθαι, καὶ γνῶναι τὸν ἑκάστου καιρόν, καὶ κρῖναι τί τῶν πραγμάτων ἐξ ὁμιλίας δυνατὸν προσαγαγέσθαι καὶ τί βίας προσδεῖται, τῶν ἐφεστηκότων ἔργον ἐστίν. διὸ καὶ χαλεπωτάτην τάξιν ἔχει τὸ συμβουλεύειν· τὰ γὰρ ὀρθῶς βουλευθέντα καὶ δοκιμασθέντα σὺν πολλῇ σπουδῇ καὶ πόνῳ πολλάκις τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι διελυμάνθη. νῦν μέντοι πάνθʼ ἕξειν καλῶς ἐλπίζω. καὶ γὰρ εἴ τις ὑπείληφεν εὐτυχῆ τὸν Ἀλέξανδρον τῷ πάντα κατορθοῦν, ἐκεῖνο λογισάσθω, ὅτι πράττων καὶ πονῶν καὶ τολμῶν, οὐχὶ καθήμενος ηὐτύχει. νῦν τοίνυν τεθνεῶτος ἐκείνου ζητεῖ τινας ἡ τύχη μεθʼ ὧν ἔσται. τούτους δʼ ὑμᾶς δεῖ γενέσθαι. τούς θʼ ἡγεμόνας, διʼ ὧν ἀνάγκη τὰ πράγματα πράττεσθαι, ὡς εὐνουστάτους ἐπὶ τὰς δυνάμεις ἐφίστατε· καὶ ὅ τι ποιεῖν αὐτὸς ἕκαστος ὑμῶν δυνήσεται καὶ βουλήσεται, τοῦτο πρὸς αὑτὸν εἰπάτω καὶ ὑποσχέσθω. καὶ τοῦθʼ ὅπως μὴ ψεύσεται, μηδʼ ἐξηπατῆσθαι μηδὲ πεισθῆναι παρακρουσθεὶς φήσας ἀναδύσεται.