Ancient Greek
Section 5
Demosthenes, ἐπιτάφιος 5
Not analysed yet
δοκεῖ δέ μοι καὶ τὸ τοὺς καρπούς, οἷς ζῶσιν ἅνθρωποι, παρʼ ἡμῖν πρώτοις φανῆναι, χωρὶς τοῦ μέγιστον εὐεργέτημʼ εἰς πάντας γενέσθαι, ὁμολογούμενον σημεῖον ὑπάρχειν τοῦ μητέρα τὴν χώραν εἶναι τῶν ἡμετέρων προγόνων. πάντα γὰρ τὰ τίκτονθʼ ἅμα καὶ τροφὴν τοῖς γιγνομένοις ἀπʼ αὐτῆς τῆς φύσεως φέρει· ὅπερ ἥδʼ ἡ χώρα πεποίηκεν.