Ancient Greek · ~1 min
Section 28
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 28
Not analysed yet
καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑ.