Ancient Greek · ~1 min
Section 33
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 33
Not analysed yet
καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τʼ ἐργαστηρίοις ἐξαρκῶν καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενος; ἆρʼ ὀλίγον, ἀλλʼ οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων; λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ καὶ ἀνάγνωθʼ αὐτοῖς. ΜΑΡΤΥΡΙΑΙ τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον ἢ τάλαντον, ὃν οὔτʼ αὐτὸν οὔτε τὸ ἔργον μοι ἀποφαίνουσιν, ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον.