Ancient Greek · ~1 min
Section 47
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 47
Not analysed yet
πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειεν πάντα διηρπακότα καὶ μηδὲ τῶν μικρῶν ἀπεσχημένον, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνὺς μετὰ τοσούτων μαρτύρων καὶ τεκμηρίων; τὴν μὲν προῖκα λαβεῖν ὁμολογήσαντα καὶ ἔχειν αὐτὸν πρὸς τοὺς ἐπιτρόπους ἀπογράψαντα, τὸ δʼ ἐργαστήριον κεκαρπωμένον αὐτὸν καὶ τὴν πρόσοδον οὐκ ἀποφαίνοντα.