Ancient Greek
Section 51
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 51
Not analysed yet
κελεύοντος δʼ ἐμοῦ πρὸς τὸν διαιτητὴν ἐπιδεικνύναι ταῦτʼ οὐκ ἐπέδειξεν, οὐδʼ ὡς οἱ συνεπίτροποι παρέδοσαν (οὐ γὰρ ἂν αὐτοῦ κατεδιῄτησεν), μαρτυρίαν δʼ ἐνεβάλετο τοιαύτην, περὶ ἧς πειράσεταί τι λέγειν. ἂν μὲν οὖν καὶ νῦν ἔχειν με φῇ, τίνος παραδόντος ἐρωτᾶτʼ αὐτόν, καὶ καθʼ ἕκαστον παρασχέσθαι μάρτυρας ἀξιοῦτε.