Ancient Greek
Section 66
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 66
Not analysed yet
ἀλλʼ ἐγὼ μὲν ὁ πάντων ταλαιπωρότατος πρὸς ἀμφότερʼ ἀπορῶ, ταύτην θʼ ὅπως ἐκδῶ καὶ τἄλλʼ ὁπόθεν διοικῶ. προσεπίκειται δʼ ἡ πόλις ἀξιοῦσʼ εἰσφέρειν, δικαίως· οὐσίαν γὰρ ἱκανὴν πρὸς ταῦτα κατέλιπέν μοι ὁ πατήρ. τὰ δὲ χρήματα τὰ καταλειφθένθʼ οὗτοι πάντʼ εἰλήφασιν.