Ancient Greek · ~2 min
Section 68
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 68
Not analysed yet
δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μνησθέντας καὶ τῶν νόμων καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, βοηθῆσαι ἡμῖν τὰ δίκαια, καὶ μὴ περὶ πλείονος τὰς τούτου δεήσεις ἢ τὰς ἡμετέρας ποιήσασθαι. δίκαιοι δʼ ἔστʼ ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παραλόγως δυστυχοῦντας, οὐδὲ τοὺς ὠμῶς οὕτως τἀλλότριʼ ἀποστεροῦντας, ἀλλʼ ἡμᾶς τοὺς πολὺν χρόνον ὧν ὁ πατὴρ ἡμῖν κατέλιπεν στερομένους καὶ πρὸς ὑπὸ τούτων ὑβριζομένους καὶ νῦν περὶ ἀτιμίας κινδυνεύοντας.