Ancient Greek · ~1 min
Section 8
Demosthenes, κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ 8
Not analysed yet
πρῶτον μὲν οὖν ὡς συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ ταύτην τὴν εἰσφορὰν εἰς τὴν συμμορίαν, παρέξομαι τούτων μάρτυρας, ἔπειθʼ ὅτι οὐ πένητα κατέλιπέν μʼ ὁ πατὴρ οὐδʼ ἑβδομήκοντα μνῶν οὐσίαν κεκτημένον, ἀλλὰ τοσαύτην ὅσην οὐδʼ αὐτοὶ οὗτοι ἀποκρύψασθαι διὰ τὸ μέγεθος πρὸς τὴν πόλιν ἐδυνήθησαν. καί μοι ἀναγίγνωσκε λαβὼν ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.