Ancient Greek · ~1 min
Section 11
Demosthenes, κατὰ Ἀφόβου β΄ 11
Not analysed yet
ταῦθʼ οὗτοι πρὸς πεντεκαιδεκαταλάντους οἴκους συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ· μνῶν δʼ οὐδʼ ἑβδομήκοντʼ ἀξίαν μοι παραδεδώκασι τὴν οὐσίαν τρεῖς ὄντες. λέγε τὰς ἐφεξῆς. ΜΑΡΤΥΡΙΑΙ. ταύτην τὴν προῖκα οἵ τʼ ἐπίτροποι καταμαρτυροῦσιν αὐτὸν λαβεῖν, ἄλλοι τε πρὸς οὓς ἔχειν ὡμολόγησεν. ταύτην οὔτʼ αὐτὴν οὔτε τὸν σῖτον ἀποδέδωκεν. λαβὲ τὰς ἄλλας καὶ ἀναγίγνωσκε. ΜΑΡΤΥΡΙΑΙ.