Ancient Greek · ~1 min
Section 13
Demosthenes, κατὰ Ἀφόβου β΄ 13
Not analysed yet
τοῦτον τὸν ἐλέφαντα καὶ τὸν σίδηρον πεπρακὼς οὐδὲ καταλειφθῆναί φησιν, ἀλλὰ καὶ τούτων τὴν τιμὴν ἀποστερεῖ με, μάλιστα τάλαντον. λέγε ταυτασί. ΜΑΡΤΥΡΙΑΙ. ταῦθʼ οὗτος τρία τάλαντα καὶ χιλίας ἔχει χωρὶς τῶν ἄλλων. τοῦ μὲν οὖν ἀρχαίου πέντε τάλανθʼ ἃ εἴληφεν· σὺν δὲ τοῖς ἔργοις, ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, πλέον ἢ δέκα τάλαντʼ ἔχει. λέγε τὰς ἐφεξῆς. ΜΑΡΤΥΡΙΑΙ.