Ancient Greek · ~2 min
Section 110
Demosthenes, κατὰ Ἀριστοκράτους 110
Not analysed yet
ἀκούω τοίνυν αὐτὸν καὶ τοιοῦτόν τινʼ ἐρεῖν λόγον, οἷον καὶ πρότερόν ποτʼ Ἀριστόμαχος παρʼ ὑμῖν ἐδημηγόρει, ὡς οὐκ ἔστιν ὅπως ποτὲ Κερσοβλέπτης αἱρήσεται Χερρόνησον ἀποστερεῖν ἐπιχειρῶν ἐχθρὸς ὑμῖν εἶναι· οὐδὲ γὰρ εἰ λάβοι καὶ κατάσχοι, λυσιτελήσειν αὐτῷ. ἐκ μέν γʼ ἐκείνης οὐκ ἔστιν ὑπὲρ τριάκοντα τάλανθʼ ἡ πρόσοδος μὴ πολεμουμένης, εἰ πολεμήσεται δέ, οὐδὲ ἕν· ἐκ δὲ τῶν ἐμπορίων, ἃ τότʼ ἂν κλεισθείη, πλεῖν ἢ διακόσια · ὥστε τί βουλόμενος μικρὰ λαμβάνειν καὶ πολεμεῖν ἂν ἕλοιτο, ἐξὸν τὰ πλείω καὶ φίλος εἶναι, θαυμάζειν φήσουσιν.