Ancient Greek · ~2 min
Section 155
Demosthenes, κατὰ Ἀριστοκράτους 155
Not analysed yet
ἐγκρατὴς δὲ τούτων γενόμενος τῶν χωρίων πρᾶγμʼ ἔπαθεν τοιοῦτον οἷον οὐχ ὅτι στρατηγὸς ἂν τις εἶναι φάσκων, ἀλλʼ οὐδʼ ὁ τυχὼν ἄνθρωπος. οὐδʼ ὁτιοῦν γὰρ ἔχων χωρίον ἐπὶ θαλάττῃ, ὅθεν ἂν σιτοπομπίας ηὐπόρησε τοῖς στρατιώταις, οὐδʼ αὖ σῖτον ἔχων ἐν τοῖς χωρίοις, ὑπέμεινʼ ἐν τοῖς τείχεσιν καὶ οὐ διαρπάσας ᾤχετο, ἐπειδή γʼ ἀδικεῖν ἔγνω. ὡς δὲ συλλέξας δύναμιν παρῆν ὁ Ἀρτάβαζος, ἀφειμένος παρὰ τοῦ Αὐτοφραδάτου, τῷ μὲν ὑπῆρχʼ ἐπισιτισμὸς ἐκ τῆς ἄνωθεν Φρυγίας καὶ Λυδίας καὶ Παφλαγονίας οἰκείας οὔσης, τῷ δʼ οὐδʼ ὁτιοῦν ἄλλο πλὴν πολιορκία περιειστήκει.