Ancient Greek · ~2 min
Section 178
Demosthenes, κατὰ Ἀριστοκράτους 178
Not analysed yet
ἐλθόντων τοίνυν μετὰ ταῦτα τῶν πρέσβεων εἰς Θρᾴκην, ὁ μὲν Κερσοβλέπτης ὑμῖν ἐπιστέλλει ταυτί, καὶ οὐδʼ ὁτιοῦν ὡμολόγει δίκαιον, οἱ δʼ ἕτεροι ταυτί. λέγʼ αὐτοῖς. ΕΠΙΣΤΟΛΗ. λέγε δὴ τὴν παρὰ τῶν βασιλέων. καὶ σκοπεῖτʼ εἰ ἄρʼ ὑμῖν δοκοῦσι μηδὲν ἐγκαλεῖν. ΕΠΙΣΤΟΛΗ. ὁρᾶτε καὶ συνίετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πονηρίαν καὶ τὴν ἀπιστίαν, ὡς ἄνω καὶ κάτω. τὸ πρῶτον ἠδίκει Κηφισόδοτον, πάλιν φοβηθεὶς Ἀθηνόδωρον ἐπαύσατο· αὖθις ἠδίκει Χαβρίαν, πάλιν ὡμολόγει Χάρητι. πάντʼ ἄνω καὶ κάτω ,καὶ οὐδὲν ἁπλῶς οὐδὲ δικαίως ἔπραξεν.