Ancient Greek · ~2 min
Section 18
Demosthenes, κατὰ Ἀριστοκράτους 18
Not analysed yet
ὧν μὲν τοίνυν ἕνεκʼ ἐρρήθη τὸ προβούλευμα, ἵνα κυρώσειεν ὁ δῆμος ἐξαπατηθείς, καὶ διʼ ἃ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, βουλόμενοι κωλῦσαι, ταῦτʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι. δίκαιον δʼ ἐστὶν ἴσως ἔμʼ ὑπεσχημένον τρίʼ ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμʼ εἴρηται, δεύτερον δʼ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δʼ ὡς ἀνάξιος τυχεῖν ᾧ γέγραπται, πάντων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσομένοις, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ἀκούειν ὑμῖν ἐστιν.