Ancient Greek · ~1 min
Section 3
Demosthenes, κατὰ Ἀριστοκράτους 3
Not analysed yet
ἐπειδὴ δὲ τοῦθʼ ἕν ἐστι τῶν ἀδικημάτων, τὸ τοῦτον τὸν τρόπον καὶ λέγειν καὶ γράφειν ἐνίους ὃν ἂν ἥκισθʼ ὑμεῖς ὑπίδοισθέ τι καὶ φυλάξαισθε, προσήκει μὴ πάνυ θαυμάζειν, εἰ καὶ τοῦτο τὸ ψήφισμʼ ἡμεῖς οὕτω γεγραμμένον ἐπιδείξομεν ὥστε δοκεῖν μὲν Χαριδήμῳ φυλακήν τινα τοῦ σώματος διδόναι, τὴν ὡς ἀληθῶς δὲ δικαίαν καὶ βέβαιον τῆς πόλεως ἀποστερεῖν.