Ancient Greek · ~1 min
Section 31
Demosthenes, κατὰ Ἀριστοκράτους 31
Not analysed yet
ἐξεῖναι ἀποκτείνειν καὶ ἀπάγειν. ἆρʼ ὡς αὑτόν; ἢ ὡς ἂν βούληταί τις; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ πῶς; ὡς ἐν τῷ α ἄξονι εἴρηται φησίν. τοῦτο δʼ ἐστὶν τί; ὃ πάντες ἐπίστασθʼ ὑμεῖς. οἱ θεσμοθέται τοὺς ἐπὶ φόνῳ φεύγοντας κύριοι θανάτῳ ζημιῶσαί ,καὶ τὸν ἐκ τῆς ἐκκλησίας πέρυσιν πάντες ἑωρᾶθʼ ὑπʼ ἐκείνων ἀπαχθέντα.