Ancient Greek · ~1 min
Section 33
Demosthenes, κατὰ Ἀριστοκράτους 33
Not analysed yet
λυμαίνεσθαι δὲ φησὶ μή, μηδὲ ἀποινᾶν. ταῦτα δʼ ἐστὶν τί; τὸ μὲν δὴ μὴ λυμαίνεσθαι γνώριμον οἶδʼ ὅτι πᾶσιν μὴ μαστιγοῦν, μὴ δεῖν, μὴ τὰ τοιαῦτα ποιεῖν λέγει, τὸ δὲ μηδʼ ἀποινᾶν μὴ χρήματα πράττεσθαι· τὰ γὰρ χρήματʼ ἄποινʼ ὠνόμαζον οἱ παλαιοί.