Ancient Greek · ~2 min
Section 68
Demosthenes, κατὰ Ἀριστοκράτους 68
Not analysed yet
εἶτʼ οὐδὲ τὸν τυχόντα τινʼ ὅρκον ἀλλʼ ὃν οὐδεὶς ὄμνυσʼ ὑπὲρ οὐδενὸς ἄλλου, στὰς ἐπὶ τῶν τομίων κάπρου καὶ κριοῦ καὶ ταύρου, καὶ τούτων ἐσφαγμένων ὑφʼ ὧν δεῖ καὶ ἐν αἷς ἡμέραις καθήκει, ὥστε καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τῶν μεταχειριζομένων ἅπαν, ὅσον ἔσθʼ ὅσιον, πεπρᾶχθαι. καὶ μετὰ ταῦθʼ ὁ τὸν τοιοῦτον ὅρκον ὀμωμοκὼς οὔπω πεπίστευται, ἀλλʼ ἐὰν ἐξελεγχθῇ μὴ λέγων ἀληθῆ, τὴν ἐπιορκίαν ἀπενεγκάμενος τοῖς αὑτοῦ παισὶν καὶ τῷ γένει πλέον οὐδʼ ὁτιοῦν ἕξει.