Ancient Greek · ~2 min
Section 76
Demosthenes, κατὰ Ἀριστοκράτους 76
Not analysed yet
τέταρτον τοίνυν ἄλλο πρὸς τούτοις τοὐπὶ Πρυτανείῳ. τοῦτο δʼ ἐστὶ τί; ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον ἐμπεσὸν πατάξῃ, καὶ τὸν μὲν βαλόντʼ ἀγνοῇ τις, αὐτὸ δʼ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον, τούτοις ἐνταῦθα λαγχάνεται. εἰ τοίνυν τῶν ἀψύχων καὶ μὴ μετεχόντων τοῦ φρονεῖν οὐδέν ἐσθʼ ὅσιον, τοιαύτην ἔχον αἰτίαν, ἐᾶν ἄκριτον, ἦ που τόν γʼ ἀδικοῦντα μὲν οὐδέν, ἐὰν τύχῃ, θήσω δʼ ἀδικοῦντα, ἀλλʼ ἄνθρωπόν γʼ ὄντα καὶ μετειληφότα τῆς αὐτῆς ἡμῖν φύσεως, ἀνόσιον καὶ δεινὸν ἄνευ λόγου καὶ ψήφου ποιεῖν ἔκδοτον ἐπʼ αἰτίᾳ τοιαύτῃ.