Ancient Greek
Section 22
Demosthenes, κατὰ Ἀριστογείτονος α΄ 22
Not analysed yet
ἔρανος γάρ ἐστιν πολιτικὸς καὶ κοινὸς πάνθʼ ὅσα, ταξάντων τῶν νόμων, ἕκαστος ἡμῶν ποιεῖ. ὃν ὁ λείπων, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ καλὰ καὶ σεμνὰ καὶ μεγάλʼ ὑμῶν ἀφαιρεῖται καὶ διαφθείρει τὸ καθʼ αὑτόν.