Ancient Greek · ~2 min
Section 25
Demosthenes, κατὰ Ἀριστογείτονος α΄ 25
Not analysed yet
εἰ δὲ μή, λέλυται πάντα, ἀνέῳκται, συγκέχυται, τῶν πονηροτάτων καὶ ἀναιδεστάτων ἡ πόλις γίγνεται. φέρε γὰρ πρὸς θεῶν, εἰ ἕκαστος τῶν ἐν τῇ πόλει τὴν Ἀριστογείτονος τόλμαν καὶ ἀναισχυντίαν λαβών, καὶ διαλογισάμενος ταῦθʼ ἅπερ οὗτος, ὅτι ἔξεστι καὶ λέγειν καὶ ποιεῖν μέχρι παντὸς ὅ τι ἂν βούληταί τις ἐν δημοκρατίᾳ, ἄνπερ τοῦ ποῖός τις εἶναι δόξει ταῦτα ποιῶν ὀλιγωρήσῃ, καὶ οὐδεὶς ἐπʼ οὐδενὶ τῶν ἀδικημάτων εὐθὺς αὐτὸν ἀποκτενεῖ·